Τετάρτη, 3 Μαΐου 2017

Ετήσια Ημερίδα Προχαλκηδονίων και Ορθοδόξων Κληρικών στην Ι.Μ. Τορόντο

proxalkidonia-1.jpg

Κάθε χρόνο μετά το Πάσχα γίνεται ετήσια ημερίδα των Προχαλκηδονίων και Ορθοδόξων Κληρικών της περιοχής Τορόντο, στην Ι.Μ. Τορόντο.
Το πρόγραμμα αρχίζει με ορθόδοξη πασχαλινή Ακολουθία την οποία παρακολουθούν όλοι και συνεχίζεται με ομιλία. Συζήτηση επί της ομιλίας. Γεύμα. Μετά το γεύμα συζήτηση επί άλλων θεμάτων.
Ομιλητής εφέτος ήταν ο ιερεύς Μάξιμος Rizkalla της Κοπτικής Ορθόδοξης Εκκλησίας, με θέμα «Ορθόδοξη Νεολαία: Αντιμετώπιση νομιμοποίησης μαριχουάνας και διδασκαλίας σεξ στα σχολεία».
Ο π. Μάξιμος ανέλυσε διεξοδικά το θέμα και ανέφερε όλους τους κινδύνους τους οποίους διατρέχει η ορθόδοξη νεολαία, μάλιστα όταν η διδασκαλία του σεξ αρχίζει από την Α’ τάξη του δημοτικού, χωρίς να λαμβάνεται υπ’όψη ουδεμία ηθική.
Η ατμόσφαιρα ήταν άκρως φιλική και τα πάντα συζητήθηκαν με χριστιανική αγάπη. Το γεύμα, όπως κάθε χρόνο, προσφέρθηκε από την Ι.Μ. Τορόντο
Το Φθινόπωρο κάθε έτους γίνεται Εσπερινός, τον οποίο παρακολουθούν οι Προχαλκηδόνιοι και Ορθόδοξοι κληρικοί, αλλά και λαϊκοί χριστιανοί.
Eφέτος ο Εσπερινός θα γίνει την Τρίτη 17 Οκτωβρίου, στον Καθεδρικό Κοπτικό Ορθόδοξο Ναό Αγ. Μάρκου, στο Markham.

13 σχόλια :

  1. Ομιλητής εφέτος ήταν ο ιερεύς Μάξιμος Rizkalla της Κοπτικής Ορθόδοξης Εκκλησίας, με θέμα «Ορθόδοξη Νεολαία: Αντιμετώπιση νομιμοποίησης μαριχουάνας και διδασκαλίας σεξ στα σχολεία».

    κχ
    Άλλα λόγια να αγαπιόμαστε, αυτό τους ενδιαφέρει, τα ναρκωτικά στα σχολεία και το σεξ. Τα σοβαρότερα πάνε στην άκρη. Άλλωστε, ποιος λόγος υπάρχει; Η αγάπη, η κοσμική και ενστικτική, τους ενώνει όλους. Όχι όμως και η άκτιστη αγάπη, την οποία σαφώς προαναγγέλλει ο Κύριος :

    « 24 πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.
    25 πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας·
    26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς. » (Ιν. ζ΄)

    Η «πρὸ καταβολῆς κόσμου» αγάπη και «ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς», μένει κλεισμένη στο συρτάρι των αιρετικών Προχαλκηδονίων, αλλά και στα δικά μας ντουλάπια της Ιστορίας. Γι΄ αυτή την αγάπη, την άκτιστη αγάπη, δεν μιλάει κανείς. Ο Πάπας έχει το "πάνω χέρι" σε όλα. Βεβαίως, στα κτιστά «όλα» του κόσμου εν ης και η κοσμική αγάπη.

    ΑπάντησηΔιαγραφή
  2. Συζητηση με γευμα.Ας διδαχτουν απο τον Ι.Χρυσοστομο τον Βιο του.
    ...Ανδρες ἀδελφοί, οὐκ ἐξὸν ἡμῖν τραπέζαις διακονεῖν, ἀλλὰ καταστήσωμεν ἄνδρας εὐλαβεῖς ἐπὶ τῆς χρείας· ἡμεῖς δὲ σχολάσωμεν τῷ λόγῳ καὶ τῇ προσευχῇ." ὥσπερ γὰρ ἀγωνιστὴς ἵππος σταδιοδρομεῖν οὐκέτι δυνάμενος μύλωνι ἐγκατατάσσεται, ἀτέλεστον κύκλον γυρεύων· οὕτως ἀποκνήσας διδάσκαλος πρὸς τοὺς τῆς ἀρετῆς λόγους, τὴν ἐκ τῆς τραπέζης προβάλλεται θήραν· καὶ εἴθε κἂν τοῖς πεινῶσι καὶ δεομένοις, ὅθεν ἔνεστι καὶ κερδᾶναι τὸν μακαρισμὸν τοῦ Δεσπότου, τό, "Ἐπείνων, καὶ ἐχορτάσατέ με"· ἀλλ' ἢ μόνοις πλουσίοις τοῦ εὖ ἀκοῦσαι χάριν, ἢ δόξης μαραινομένης, ἢ τοῦ ὁμοίως ἀντικληθῆναι, ἢ εἰ τούτων οὐδέν, ἵνα μὴ κακὸς ἀκούσῃ, οὐ μεμνημένος τοῦ ταλανισμοῦ τοῦ Κυρίου λέγοντος· "Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμῖν εἴπωσιν πάντες οἱ ἄνθρωποι" –οὐκ εἶπεν, "οἱ πτωχοί," ἀλλ', "οἱ ἄνθρωποι"· – "κατὰ ταὐτὸν γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν." μὴ ζητῶμεν οὖν ὡς οἱ κενόδοξοι, ὦ Θεόδωρε, ψευδο προφήτου δόξαν. "ἦλθεν γὰρ Ἰωάννης, μήτε ἐσθίων μήτε 71 πίνων, ἐν ὁδῷ δικαιοσύνης· καὶ λέγουσι, "Δαιμόνιον ἔχει." 71 ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἐσθίων καὶ πίνων· καὶ λέγουσιν, "Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν."" {Ο ΔΙΑΚ.} Οὐ πάντως, ὦ ἄριστε πάτερ, ψέξας ἢ καταδραμὼν τῆς τοιαύτης ἀσκήσεως, τὴν πεῦσιν προσήγαγον τῇ σῇ ἀκρι βολογίᾳ· ᾔδειν γὰρ καὶ ἐξ αὐτῆς τῆς φήμης καὶ ἐκ τῶν εἰς ἡμᾶς φθασάντων αὐτοῦ συγγραμμάτων, ἢ ὁμιλιῶν ἢ ἐπιστολῶν, τὴν τοῦ ἀνδρὸς διάνοιαν· ἀλλ' ἵνα τὸν σκοπὸν μαθὼν ζηλώσω τὸ πρᾶγμα. τίς γὰρ οὕτως εἰς ἅπαν ἠλίθιος, ἵνα ἀγνοήσῃ ὅτι μείζων ἡ ζημία τοῦ ἐκ τραπέζης κέρδους, εἰ μή που χρεία γένηται ἐν ἀνάγκῃ ξενίσαι ἁγίους; {Ο ΕΠΙΣΚ.} Ταῦτα εἶπον κἀγώ, φιλαληθέστατε Θεόδωρε, οὐκ ἐξευτελίζων τὴν πατρικὴν ἀρετήν, μάλιστα τῆς φιλοξενίας. μία γάρ ἐστι τῶν λοιπῶν ἀρετῶν τῶν εἰς εὐσέβειαν συντει νουσῶν, δι' ὧν καὶ οἱ κύριοι πατριάρχαι, ὁ μὲν τὸν Σωτῆρα Θεὸν τῇ τραπέζῃ ἐθήρευσεν, ὁ δὲ τοὺς ἀγγέλους ἐξένισεν, ὁ μὲν υἱὸν ἐν γήρει, ὁ δὲ σωτηρίαν τὴν ἐκ Σοδόμων μισθὸν σὺν ταῖς θυγατράσιν εὑράμενοι· περὶ ὧν καὶ ὁ ἀπόστολος λέγει, παρορ μῶν ἡμᾶς εἰς τὸ μίμημα· "Τῆς φιλοξενίας," λέγων, "μὴ ἐπι λανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους." δεῖ δὲ τὸν ξενοδόχον τὸ μὲν φρόνιμον ἔχειν τοῦ ὄφεως, τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς, πειθόμενον τοῖς δύο λογίοις, καὶ τῷ, "Παντὶ τῷ αἰτοῦντί σε δίδου," καὶ τῷ, "Μὴ πάντα ἄνθρωπον εἰσάγαγε εἰς τὸν οἶκόν σου," ἵνα μὴ λύκον ἀντὶ προβάτου δεξά μενος, ἢ ἄρκον ἀντὶ βοός, τῇ ζημίᾳ τὸ κέρδος ἀπεμπολήσῃ. δοκιμάζειν δὲ πρῶτον τὸν τόπον ὀφείλει ἐν ᾧ τις ἐτάγη, εἰ ἔρημος ἢ πολύοχλος, εἶτα τὴν ἑαυτοῦ ἐπιτηδειότητα, εἰ οἷός τέ ἐστιν ἀλλόκοτα βαστάζειν ἤθη· τότε διακρίνειν τὸν εὖ ὀφεί λοντα παθεῖν, εἰ πλούσιός ἐστιν ἢ πένης, ἢ ὑγιὴς ἢ ἄῤῥωστος, ἢ βρωμάτων ἐπιδέεται ἢ ἐνδυμάτων· ἐν τούτοις γὰρ ὁ πρακτικὸς ἔλεος διανύεται.

    ΑπάντησηΔιαγραφή
  3. ὁ γὰρ μακάριος Ἀβραὰμ οὐχ ὑπάτους, οὐδὲ στρατηγούς, οὐδὲ τοὺς ἐπ' ἐξοχῆς ἄνδρας τοῦ περιγείου κόσμου ἐξένισεν, παρ' οἷς ἵπποι κημῷ ἢ χαλινῷ ἀποστίλβοντες ἢ σαρά βαρα χαλκοτύμπανα πόῤῥωθεν τῆς ὑπερηφανίας τὸν κτύπον ἀπερευγόμενα· ἀλλ' ἔρημον οἰκῶν τόπον τοὺς ἐκεῖ φθάνοντας ἐδεξιοῦτο. οἱ δὲ τὴν ἔρημον διαβαίνοντες, ἢ δι' ἀρετὴν ἀπῄεσαν πρὸς τὸν πατριάρχην, ἢ διὰ πτωχείαν τὴν ἐπιτεταμένην πενίαν. [πενία γάρ ἐστι μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως· ὑπερβολῆς μὲν πλούτου, ἐλλείψεως δὲ πτωχείας.] ὁμοίως δὲ καὶ ὁ Λὼτ χείρονα τῆς ἐρήμου πόλιν οἰκῶν εἰκότως ἐδεξιοῦτο τοὺς ἐπιχωριάζοντας ξένους διὰ τὸν τρόπον τῶν κατοικούντων. εἰ δέ τις πόλιν οἰκῶν εὐνομωτάτην, οἵα ἡ Κωνσταντίνου, ἐν ᾗ πάντες εἰσὶ ξενοδόχοι, περισσῶς τάχα τις τῶν πρεσβυτέρων "τὴν τοῦ λόγου καταλείψας διακονίαν," βρεβίοις σχολάζων ὀψωνίων, οὗτος λέληθεν ἑαυτὸν κάπηλον ἀντὶ διδασκάλου νομίζων, τῇ ὑδαρότητι τῶν λογισμῶν τὴν ἄκρατον ἐξαφανίζων γνῶσιν, τὸν προφητικὸν καρπούμενος ὄνειδον· "Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι." ὅσον γὰρ διαφέρει τοῖς ἀτο νοῦσιν ὕδατος ὁ οἶνος, τοσοῦτον ὑπερβάλλει ξενοδοχίας διδασ καλία. ἡ μὲν γὰρ ὠφελεῖ τοὺς κατ' αὐτόν, ἡ δὲ καὶ τοὺς μετ' αὐτόν· καὶ ἡ μὲν τοὺς παρόντας μόνον κερδαίνει, ἡ δὲ καὶ τοὺς ἀπόντας· τοὺς παρόντας μὲν τῆς γλώσσης, τοὺς ἀπόντας δὲ διὰ τῶν γραφομένων. οἷος ἦν ἐν σαρκὶ ὁ Σωτήρ, θρέψας μὲν τοῖς ἄρτοις πεντακισχιλίους, οὐκ ἐν πόλει, ἀλλ' ἐν ἐρήμῳ, διδάξας δὲ καὶ τοὺς παρόντας διὰ τῆς γλώσσης, σώσας δὲ τὴν οἰκουμένην διὰ τῶν γεγραμμένων Εὐαγγελίων (τοιοῦτον γὰρ οἱ λόγοι μάλιστα τῶν πνευματοφόρων). καὶ μὴ θαυμάσῃς, Θεόδωρε, εἴ τις πεινῶντα βρωμάτων ἐμπλήσῃ, ἀλλ' εἴ τίς τινος ἀγνοίας τὴν ψυχὴν ἀπαλλάξῃ. ὁ μὲν γὰρ τὴν γαστέρα χορτά ζων ἢ δωρεᾷ ἢ ἀργυρίου, ἢ ἄρτου ἢ διὰ λαχάνων, εὐ κόλως εὑρίσκεται τὴν χρείαν παρέχων· ὁ δὲ τοῦ λόγου τροφεὺς σπανίως μὲν εὑρίσκεται, εὑρεθεὶς δέ, ἢ οὐ πιστεύεται ἢ μόλις πιστεύεται, τῶν πονηρῶν πνευμάτων ἀεὶ ἀντιπραττόντων τῇ τῶν ψυχῶν σωτηρίᾳ. τοῦτον τὸν τοῦ λόγου τῆς διδασκαλίας λιμὸν ἐν εἴδει τιμωρίας ἀπειλῶν ἐπάγειν ὁ Δεσπότης Θεὸς ἔλεγεν τῷ προφήτῃ· "Ἐπάξω ἐπ' αὐτοὺς λιμόν, οὐ λιμὸν ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου." καὶ περὶ μὲν τοῦ αἰσθητοῦ λιμοῦ, ἔστιν ἐγκαταλείψαντα τὴν ἐνδεομένην πόλιν ἢ χώραν ἐν ἄλλῃ σωθῆναι, ὥσπερ οἱ ἅγιοι πατριάρχαι ἀπὸ Παλαιστίνης εἰς Αἴγυπτον κατιόντες· περὶ δὲ τοῦ κατὰ νοῦν λιμοῦ, ὃς οὐκ ἄλλοθεν συμβαίνει ταῖς ἐκκλησίαις ἢ δι' ἀπορίαν τῶν διδασκάλων, πάλιν ἔλεγεν ἕτερος προφήτης· "Περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὑρήσωσιν."

    ΑπάντησηΔιαγραφή
  4. τί γὰρ ἀγαθὸν οὐ φύεται ἀπὸ διδασκαλίας; τί δὲ ἄκαιρον οὐκ ἐφευρίσκεται ἀπὸ ἀκαίρου τροφῆς ἢ συμποσίου; νόσοι, μάχαι, ὕβρεις αἱ ὑπὸ γαστέρα, καὶ τὰ τούτων ἑξῆς. πότε ἡ Εὕα ἐκβέβληται τοῦ παραδείσου; οὐχ ὅτε τοῦ ὄφεως ἤκουσεν φαγοῦσα τοῦ ξύλου, μὴ ἀρκεσθεῖσα τῇ τεταγμένῃ τροφῇ; πότε Κάϊν τὸ τῆς ἀδελφο κτονίας εἰργάσατο μίασμα; οὐχ ὅτε τῶν ἀπαρχῶν ἀπεγεύσατο πρῶτος, τῇ ἑαυτοῦ λαιμαργίᾳ τὰ πρωτεῖα φυλάξας; πότε τὰ τέκνα τοῦ Ἰὼβ αὐτοσχέδιον τάφον τὴν τράπεζαν εὕραντο; οὐχ ὅτε ἤσθιον καὶ ἔπινον; πότε ὁ Ἠσαὺ εὐλογίας ἐξέπεσεν; οὐχ ὅτε τῇ κοιλίᾳ ἐδούλευσεν ἀπατηθεὶς τῷ τροφίῳ; πότε Σαοὺλ τῆς βασιλείας ἐξέπεσεν; οὐχ ὅτε τὰ κάλλιστα τῶν προβάτων παρὰ τὸν νόμον ἔφαγεν; πότε δὲ ὁ λαὸς τοῦ Ἰσραὴλ τὸν Θεὸν παρώξυνεν; οὐχ ὅτε τῆς Αἰγυπτιακῆς ἐπεθύμει τραπέζης, κρέα καὶ λέβητας ἐπιζητῶν παρὰ τοῦ διδασκάλου; Ὁφνὶ καὶ Φινεές, οἱ υἱοὶ τοῦ Ἠλεί, διὰ τί ἐθανατώθησαν ἐν ὥρᾳ μιᾷ ἐν τῷ πολέμῳ; οὐχ ὅτι ἥρπαζον ταῖς κρεάγραις ἀπὸ τῶν λεβήτων τὰ κρέατα τὰ ὄντα τῆς θυσίας; Ἰακὼβ δὲ ὁ ψεκτός, διὰ τί "ἀπελάκτισεν"; οὐκ ἐπειδὴ "ἐνεπλήσθη καὶ ἐλιπάνθη καὶ ἐπαχύνθη καὶ ἐπλατύνθη"; πότε δὲ Σοδομῖται παρὰ φύσιν ἐξῴστρησαν; οὐχ ὅτε συνεχέσι συμποσίοις τὴν γνώμην παρέ φθειραν, ὑπὸ τοῦ Ἰεζεκιὴλ ἐφ' ὕβρει μνημονευόμενοι λέγοντος· "̓Εν εὐθηνίᾳ οἴνου καὶ ἐν πλησμονῇ ἄρτου ἐσπατάλων αὐτοί" (τοῦτ' ἔστιν ἡ πόλις) "καὶ αἱ θυγατέρες αὐτῆς" (τοῦτ' ἔστιν αἱ κῶμαι, τὸν νόμον ἀεὶ τῆς πόλεως ἔχουσαι); ὁ τῆς σωφρο σύνης δὲ λογισμός, πότε παρείθη τοῦ παλαιοῦ λαοῦ; οὐχ ὅτε 74 ὁμοίως κατεγήρασαν ἐπὶ στιβάδων, τοῦ προφήτου σχετλιά ζοντος· "Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων καὶ μόσχους ἐκ βουκολίων γαλαθηνούς, πίνοντες τὸν διϋλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ οὐδὲν ἔπασχον ἐπὶ τῇ συντριβῇ Ἰωσήφ"; τίσι τὸν ταλανισμὸν ὁ Ἠσαίας ἐπήγαγεν; οὐχὶ τοῖς ἐν συμποσίοις ὀρθρίζουσιν· οὑτωσὶ λέγων· "Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος συγκαύσει αὐτούς. μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν"; πότε οἱ ἱερεῖς τοῦ Βὴλ ὑπὸ τοῦ Δανιὴλ κατῃσχύνθησαν; οὐχ ὅτε ἡ σποδὸς αὐτοὺς ἤλεγξεν διὰ βρωμάτων ἢ πομάτων θηρεύσασα; καὶ τί δεῖ με λέγειν περὶ τῶν τὴν πλατεῖαν βαδίζειν ἑλαμένων καὶ τὴν στενὴν λοιδορούντων; ἀρκεῖ μοι ὁ σωτήριος λόγος πρὸς ἔλεγχον τῶν κνισοδιωκτῶν, ὅπου τὸν ἀνώνυμον πλούσιον, λαμπρῶς καθ' ἡμέραν εὐφραινόμενον ἐν τῷ παρόντι βίῳ, δείκνυσι ψιχίων καὶ ῥανίδος τοῦ πένητος Λαζάρου ἐπιποθοῦντα καὶ ἀστοχοῦντα. ἴδωμεν δὲ καὶ τὸν χορὸν τῶν πάλαι ἁγίων καὶ μάθωμεν ὅλως ποίῳ χαρακτῆρι τῆς διδασκαλίας ἐχρήσαντο, τῷ διὰ βίου σεμνοῦ καὶ λόγου εὐθοῦς, ἢ τῷ διὰ συμποσίων καὶ εὐωχίας. πρῶτος ὁ Ἑνὼχ πίστει μετετέθη, ἢ συμποσίῳ; εἶτα ὁ Νῶε τὸ τῆς οἰκουμένης γένος πίστει διέσωσεν ἐν τῷ ξύλῳ, ὅτε ὁ περί γειος ἐκαθαρίζετο κόσμος, ἀπὸ τῆς τῶν συμποσίων καὶ ἀκαθάρ των ἔργων συνεχείας, ἢ νηστείᾳ καὶ προσευχαῖς; οὐχ ἵνα μικρὸν ἀπὸ τοῦ τοσούτου κλύδωνος πόματι ἀνεθῇ, ἀσχημοσύνην αὐτοῦ, καὶ οὐ κλέος, κηρύσσουσιν αἱ Γραφαί; ὁ μακάριος Ἀβραὰμ τῶν πέντε βασιλέων τῶν ἐν Σοδόμοις πίστει καὶ δικαιοσύνῃ περιεγένετο, ἢ βρώμασι καὶ πόμασι, τὸν Λὼτ ἀνα καλεσάμενος; Καὶ ὁ Θεόδωρος εἶπεν· {Ο ΔΙΑΚ.}

    ΑπάντησηΔιαγραφή
  5. · {Ο ΔΙΑΚ.} Εἰ τὸν Ἀβραὰμ ἄγεις εἰς μέσον, οὐκοῦν ἄκουσον καὶ παρ' ἐμοῦ· λέξει σοι γὰρ ὁ τυχών, ὅτι τοῦ μὲν πολέμου 75 πίστει περιεγένετο, τὸν δὲ Θεὸν διὰ τραπέζης ἐθήρευσεν, ὡς προλαβὼν αὐτὸς ὑφηγήσω. {Ο ΕΠΙΣΚ.} Βαβαί! ἐπεὶ ὁ Ἀβραὰμ τραπέζῃ τὸν Θεὸν ἐθήρευσεν, οὐκοῦν πάντες καταλείψαντες τὴν πίστιν καὶ τὰς λοιπὰς ἀρετάς, τὰ συμπόσια φιλοκαλήσωμεν; οὐδὲν διαφέ ροντες καπήλων ἢ πανδοχέων τῶν τὰς λεωφόρους δι' αὐτὸ τοῦτο ἐπιτειχισάντων ἕνεκα κέρδους. καὶ αἱ παρθένοι τοίνυν, αἱ ἀγωνιζόμεναι ἅγιαι εἶναι σώματι καὶ πνεύματι εἰς δόξαν Θεοῦ, ἐπειδὴ Μαρία τὸν Χριστὸν ἐγέννησεν, καὶ αὗται γεννη σάτωσαν· εἰ γὰρ οὕτως ποιήσουσιν, οὐδὲν τῶν ἑταιρίδων διαλλάσσουσιν. εἰ γὰρ οἱ διδάσκαλοι διὰ τὸν Ἀβραὰμ τὰ τῶν τραπεζῶν εὐτρεπίζουσιν, καὶ αἱ παρθένοι διὰ τὴν Μαρίαν γεννάτωσαν. ἄπαγε, τιμιώτατε, τὰ καλῶς κατὰ τὸν οἰκεῖον καιρὸν γεγενημένα ἢ γινόμενα μὴ ὑβρίζωμεν· ἑκάστου γὰρ τὸ συνειδός, ἐὰν βούληται, τὸ συμφέρον ὑπαγορεύει. εἶτα ὁ παλαιστὴς Ἰακὼβ ἀσκήσει τὰ τοῦ Λαβὰν ἀφείλατο, ἢ συμ ποσιαρχίᾳ; –ὁ λέγων· "Ἐγενόμην τοῖς καύμασι συγκαιόμενος καὶ τῷ παγέτῳ τῆς νυκτός, καὶ ἀφίστατο ἀπ' ἐμοῦ ὁ ὕπνος"· καὶ οὐδὲν πλέον αἰτῶν ἐν τῇ προσευχῇ ἢ ἄρτον καὶ ἱμάτιον, λέγων· "Ἐὰν δῷς μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, πᾶν ὃ ἐὰν δῷς μοι, δεκάτην ἀποδεκατώσω αὐτά σοι" –οὐκ εἶπεν, "τραπέζαις καταναλώσω." ὁ τοῦ Θεοῦ ὑποφήτης καὶ πιστὸς θεράπων Μωϋσῆς ἐκεῖνος, ποίαν τράπεζαν εὐτρεπίσας ἐξεκλησίασεν λαὸν ἐν τῷ ὄρει; τίνας δὲ καὶ κρατῆρας πομάτων εἶχεν; ὁ πέτραν ῥάβδῳ ἀμέλξας διὰ τὴν τοῦ λαοῦ ἀπιστίαν, ὁ ἑξακοσίων χιλιάδων ἀφηγητής, πυξία νόμου ἐβάσταζεν εἰς διόρθωσιν τοῦ λαοῦ, ἢ φιάλας ἀεροφανεῖς ὑστέρας τε χοίρων καὶ ὄρνεις ἐκ Φάσιδος καὶ ἰχθὺν ἐκ πελάγους καὶ οἶνον διϋλισ μένον ἐκ Τύρου καὶ ἄρτους πλυτοὺς προβαλλόμενος τοῖς παι δευομένοις, ἢ λόγον; {Ο ΔΙΑΚ.} Ἀλλ' ἀνθυποίσει σοί τις πρὸς ταῦτα, πάτερ· "Κἀμοὶ δὸς μάννα κἀκεῖνο τὸ ὕδωρ, καὶ οὐδὲν ἐπιζητῶ πλέον." 76 {Ο ΕΠΙΣΚ.} Καὶ τίς οὕτως ἀργαλέος, ἵνα προκρίνῃ τῆς πνευματικῆς διδασκαλίας μάννα αἰσθητὸν καὶ ὕδωρ ῥευστόν; εἶτα Σαμουήλ, ὁ διδάσκαλος τοῦ λαοῦ, ἐπὶ εἴκοσι καὶ πέντε ἔτη ἐν Ἁρμαθάϊμ ἡσυχάσας, τίνα ποτὲ τραπέζῃ τῶν εἰδώλων ἀπέστησεν καὶ οὐ λόγῳ; πότε δὲ ὁ βασιλεύς, ὁμοῦ καὶ προ φήτης καὶ ψαλμῳδός, τρυφῆς ἐστήσατο τράπεζαν; –ὁ λέγων, ὅτι "Σποδόν, ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθ μοῦ ἐκρίνων." ὁ τῆς οἰκουμενικῆς νηστείας δημιουργὸς τρία ἔτη καὶ μῆνας ἓξ ἀσιτίαν ἀκουσίως τοῖς γαστριμάργοις παρα σκευάσας, ποίᾳ τραπέζῃ τῆς ἁμαρτίας ἀπήλλαξεν ὁ Θεσβείτης Ἠλίας; τίνας δὲ καὶ ὀψοποιοὺς εἶχεν; οὐχὶ διὰ κοράκων τὴν ἐπιούσιον ἐδέχετο μᾶζαν; ὁ σοφὸς Δανιὴλ καὶ τῶν μελλόντων αὐτόπτης, ποίᾳ τραπέζῃ τοὺς Ἀσσυρίους ἐπαίδευσεν; οὐχὶ νηστείᾳ καὶ προσευχῇ τὸν δράκοντα ὤλεσεν καὶ τὸν Βὴλ κατέ στρεψεν καὶ τοὺς λέοντας ἐφίμωσεν καὶ τὸν βασιλέα ἔπεισεν τοὺς πατρῴους θεοὺς ἀπαρνήσασθαι ὁμολογίᾳ τοῦ ὄντως ὄντος Θεοῦ; τίσι τραπέζαις, ποίᾳ δὲ χρηστοφαγίᾳ ἐχρήσατο ὁ χορὸς τῶν λοιπῶν προφητῶν ἢ ἀποστόλων; οὐκ ἦσαν διδάσκαλοι; οὐ τὴν ὑπουράνιον ἐπιστεύθησαν; οὐ τούτων ἐσμὲν διάδοχοι; οὐ μιμητὰς ἡμᾶς τούτων εἶναι βούλεται ὁ λόγος, προσέχοντας τοῖς τρόποις, καθὼς ὁ Παῦλος διδάσκει λέγων· "Ὧν ἀναθεω ροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν"; ποῖα μελίπηκτα εἶχεν ἐν τῇ ἐρήμῳ ὁ κήρυξ τῆς μετανοίας, ὁ βαπτιστὴς Ἰωάννης, ὁ τοῖς προσερχομένοις οὐ μόνον εὐτρε πίσας ἄριστα, ἀλλὰ καὶ αὐτὴν τὴν συντυχίαν πικρὰν μετ' ἐπιπλήξεως παρέχων; οὐ μόνον γὰρ δριμεῖ τῷ βλέμματι τὸ μεμολυσμένον συνειδὸς αὐτῶν σείων, ἀλλὰ καὶ αὐτῷ τῷ σχή ματι, πολλῷ δὲ μᾶλλον καθάπερ ξίφει τῷ λόγῳ τὰ τῶν ψυχῶν ἀποστήματα τέμνων· ""Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας,"

    ΑπάντησηΔιαγραφή
  6. τοῦ ἐλέγχου· ἐν ταῦθα δὲ ἡσύχως καὶ κατὰ μικρὸν τοῖς ἐπιεικέσι μετὰ τῆς ἀληθείας λόγοις αἰσθητικῶς, ὡς ὑπὸ πυρὸς μαλακοῦ, καιομένη διαπρίεται). τί δὲ καὶ ὑπομιμνήσκει αὐτόν· τὰ συμπόσια καὶ τὰς εὐωχίας ἢ τὰ τῶν θλίψεων σεμνολογήματα; –λέγων· ""Σὺ γὰρ παρηκολούθηκάς μου τῇ ἀγωγῇ," ὅπως διετέθην τῇ προθέσει τοῦ πάντα εἰς δόξαν Θεοῦ ποιεῖν τοῖς διωγμοῖς." ἐπὶ τοῖς ἐλέγχοις τῆς πλάνης, μή που τραπέζης μνεία; Τίτῳ δὲ πάλιν τῷ ἐπισκόπῳ Κρήτης ἴδωμεν τί ἐπιστέλλει· περὶ βρωμάτων καὶ πομάτων ἢ περὶ ἐλέγχων καὶ διδασκαλίας; – λέγων· "Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπανορθώσῃς καὶ πείσῃς αὐτοὺς μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις," ἐπιφέρων καὶ τῶν ἐλέγχων τὸν τρόπον· "Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί." εἰπάτωσαν ἡμῖν οἱ κοιλιολάτραι καὶ τραπε ζογίγαντες καὶ γυναικοϊέρακες, οἱ τὴν Ἰωάννου ἄσκησιν μεμφό μενοι, ἐμπερινοστήσαντες Παλαιὰν καὶ Καινὴν Διαθήκην, ποῦ εὗρον ἐν ἐπαίνῳ συμπόσιον, εἰ μή που πρὸς ἀλλοφύλους, καὶ τοῦτο διὰ τὴν τῆς εἰρήνης σπεῖσιν τῷ τῆς τραπέζης νόμῳ θηρίων τε καὶ βαρβάρων τιθασσευομένων; πότε δὲ τὰ συμπόσια ὑπόθεσις ἁμαρτίας οὐ γέγονεν; τί δὲ λέγω "ἁμαρτίας," τάχα 78 δὲ καὶ "τῆς μείζονος εἰδωλολατρείας καὶ ἀδελφοκτονίας"; – 78 καθὼς γέγραπται· "Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν." ἦν δὲ τὸ παίγνιον μέθης ἔκγονον. "Δεῦτε, ποιήσωμεν θεοὺς οἵτινες προπορεύσονται ἡμῶν." οἱ γὰρ σεισμὸν ὑποστάντες δι' οἴνου κινητοὺς θεοὺς ἐπεζήτουν, τὸν ἄσειστον καὶ πάντα πληροῦντα ἄνευ τοῦ βαδίζειν ἀφέντες. τί δαὶ λέγει ὁ προφήτης· "Χείλη ἱερέως μελετήσωσι συμπόσια, ὅτι δεῖπνα καὶ ἄριστα ἐκζητήσουσιν ἀπ' αὐτοῦ"; ἢ "Ὅτι χείλη ἱερέως φυλάξεται νόμον, καὶ λόγον ἐκ στόματος αὐτοῦ ἐκζητήσουσιν, ὅτι ἄγγελος Κυρίου ἐστί," –καὶ οὐ μάγειρος; καὶ ὁ ἐν Χαλαννῇ δὲ πύργος πότε ᾠκοδομήθη; πρὸ οἴνου ἢ μετὰ οἶνον; οὐ μετὰ οἴνου ἡνίκα Νῶε φυτεύσας τὸ κλῆμα πρῶτος τὸν ὄνειδον ἐκαρ πώσατο; εἴ γε οὕτως ἔχει, οὐ διὰ τὴν πόσιν ἢ τὴν φυτείαν, ἀλλὰ διὰ τὴν ἀμετρίαν. Ἰωσὴφ πότε ἐπράθη ὑπὸ τῶν ἀδελφῶν; ὅτε τὰ πρόβατα ἐποίμαινον ἐν αὐτοῖς ἀσχολούμενοι, ἢ ὅτε τὰ κάλλιστα σφάζοντες καὶ ἐσθίοντες ἐπὶ σχολῆς κατ' αὐτοῦ ἐν συμποσίῳ τὸν φθόνον ἐτεκταίνοντο; τὴν τοῦ βαπτιστοῦ Ἰωάννου κεφαλὴν ἐπὶ πίνακος ποῦ ἐπέδοσαν τῷ πορνιδίῳ; ἐν συλλόγῳ σοφίας ἢ ἐν συμποσίῳ ἀνομίας; ὁ μακάριος Παῦλος πίνων καὶ τρώγων παρέτεινεν ἕως μεσονυκτίου τὸν λόγον, ἢ ἀσιτῶν καὶ διδάσκων καὶ τοὺς τὸν Θεὸν ἀγνοοῦντας εἰς πίστιν ἄγων; αὐτὸς ὁ ἀρχιποίμην καὶ ἀρχιδιδάσκαλος καὶ ἀρχι σοφιστής, Ἰησοῦς ὁ Χριστός, ὁ τῆς ἀνθρωπίνης πλάνης διορ θωτής, ποῦ εὑρίσκεται ἐν πόλει φαγὼν πλὴν τοῦ Πάσχα; – ὃ ἦν μυστηρίων ἐκπλήρωσις.

    ΑπάντησηΔιαγραφή
  7. . τί δαὶ λέγει ὁ προφήτης· "Χείλη ἱερέως μελετήσωσι συμπόσια, ὅτι δεῖπνα καὶ ἄριστα ἐκζητήσουσιν ἀπ' αὐτοῦ"; ἢ "Ὅτι χείλη ἱερέως φυλάξεται νόμον, καὶ λόγον ἐκ στόματος αὐτοῦ ἐκζητήσουσιν, ὅτι ἄγγελος Κυρίου ἐστί," –καὶ οὐ μάγειρος; καὶ ὁ ἐν Χαλαννῇ δὲ πύργος πότε ᾠκοδομήθη; πρὸ οἴνου ἢ μετὰ οἶνον; οὐ μετὰ οἴνου ἡνίκα Νῶε φυτεύσας τὸ κλῆμα πρῶτος τὸν ὄνειδον ἐκαρ πώσατο; εἴ γε οὕτως ἔχει, οὐ διὰ τὴν πόσιν ἢ τὴν φυτείαν, ἀλλὰ διὰ τὴν ἀμετρίαν. Ἰωσὴφ πότε ἐπράθη ὑπὸ τῶν ἀδελφῶν; ὅτε τὰ πρόβατα ἐποίμαινον ἐν αὐτοῖς ἀσχολούμενοι, ἢ ὅτε τὰ κάλλιστα σφάζοντες καὶ ἐσθίοντες ἐπὶ σχολῆς κατ' αὐτοῦ ἐν συμποσίῳ τὸν φθόνον ἐτεκταίνοντο; τὴν τοῦ βαπτιστοῦ Ἰωάννου κεφαλὴν ἐπὶ πίνακος ποῦ ἐπέδοσαν τῷ πορνιδίῳ; ἐν συλλόγῳ σοφίας ἢ ἐν συμποσίῳ ἀνομίας; ὁ μακάριος Παῦλος πίνων καὶ τρώγων παρέτεινεν ἕως μεσονυκτίου τὸν λόγον, ἢ ἀσιτῶν καὶ διδάσκων καὶ τοὺς τὸν Θεὸν ἀγνοοῦντας εἰς πίστιν ἄγων; αὐτὸς ὁ ἀρχιποίμην καὶ ἀρχιδιδάσκαλος καὶ ἀρχι σοφιστής, Ἰησοῦς ὁ Χριστός, ὁ τῆς ἀνθρωπίνης πλάνης διορ θωτής, ποῦ εὑρίσκεται ἐν πόλει φαγὼν πλὴν τοῦ Πάσχα; – ὃ ἦν μυστηρίων ἐκπλήρωσις. τί δαὶ καὶ μεριμνῶσι τοῖς μαθη ταῖς εὑρίσκεται λέγων, περὶ βρωμάτων ἢ περὶ ἀναγνωσμά των; –"Ἐργάζεσθε," λέγων, "μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν." λεγέτω τοίνυν μετὰ τοῦ Κυρίου καὶ ὁ καλὸς Ἰωάννης· "Ἐμὸν συμπόσιόν ἐστιν ἡ τοῦ λόγου διδασκαλία καὶ διανομή, εἰς ἣν καὶ ἐξελέχθην εἰς τὴν τοῦ λαοῦ σωτηρίαν." "βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ, οὔτε ἐὰν φάγωμεν, οὔτε ἐὰν μὴ φάγωμεν." ἐθνικῶν γὰρ ἡ συνήθεια αὕτη, τὸ τραπέζαις ἀπατᾶν τοὺς ὑπ' αὐτῶν δελεαζομένους, λόγῳ πείθειν μὴ δυναμένων τῶν λεγόντων· "Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν." πρὸς οὓς ὁ ἀπόστολος πληκτι 79 κώτερον τὴν διόρθωσιν ἐπάγει, λέγων· "Μὴ πλανᾶσθε· "Φθεί ρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί""· –"ὁμιλίας" λέγων "κακὰς" τὰς περὶ τὰ τοιαῦτα ἑλισσομένας λέξεις.

    ΑπάντησηΔιαγραφή
  8. {Ο ΔΙΑΚ.} Γνησίως μὲν καὶ πολυμαθῶς εἴρηκας τὰ εἰρημένα, καὶ οὕτως ἔχει. "οὐαὶ γὰρ τῷ λέγοντι τὸ γλυκὺ πικρόν, καὶ τὸ πικρὸν γλυκύ. οὐαὶ τῷ τιθέντι τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος." λέξει δέ τις, ὅτι "Οὔτε ἡμεῖς τοῦτο λέγομεν εἶναι αὐτὸν ἔκδοτον ταῖς τοιαύταις τραπέζαις. ἡ γὰρ ἄμετρος φιλο τιμία φιληδονίας ὑπόθεσις, καὶ ἡ εἰς ἄγαν ἀπόκλεισις ὄκνου καὶ μικρολογίας ἀπόδειξις. ἐδύνατο γὰρ κἂν μόνους ἐπισκόπους καλεῖν, καὶ τούτων μάλιστα τοὺς εὐσεβεστέρους· ἢ εἰ μὴ τού τους, κἂν τὸν ἴδιον κλῆρον, μιμούμενος τὸν Δεσπότην ἐσθίοντα μετὰ τῶν δώδεκα ἀποστόλων." {Ο ΕΠΙΣΚ.} Συνεκτικώτατα ἀνθυπήνεγκας, φιλαληθέστατε τῶν ἀνδρῶν, εἴ γε ἠνείχοντο οἱ κληρικοὶ συναριστεῖν τῷ Ἰωάννῃ, παρ' ὥραν ἢ παρ' ἡμέραν ἐσθίοντες· οἱ δὲ ὡς τάχιστα μετὰ πολλῆς τῆς παρασκευῆς πολυτέλειαν ἐπεζήτουν. ἄτοπον ἦν τὰς τῶν νοσούντων ἢ πτωχευόντων τροφὰς τῇ τῶν ὑγιαινόντων ἀκρασίᾳ προσαναλῶσαι. ποῖος δὲ καὶ νόμος οὗτος, νομοθετεῖν τὸν παιδευτὴν τοὺς παιδευομένους, ἢ τοὺς ἀῤῥώστους τὸν ἰατρόν, ἢ τοὺς ἐπιβάτας τὸν κυβερνήτην, ἀεὶ τοῦ ἰατροῦ τοὺς νοσοῦντας ὑγιάζοντος, καὶ τοῦ διδάσκοντος τοὺς παιδευομένους ἐπανορ θοῦντος, καὶ τοῦ κυβερνήτου τοῖς ἐμπλέουσι τὸ συμφέρον μνηστευομένου; καὶ ἰατρῷ μὲν καὶ κυβερνήτῃ πειθόμενοι οἱ ὑπ' αὐτοὺς διὰ φιλοζωΐαν πᾶσαν ὀδύνην καὶ ἐπάχθειαν φέρουσι, παρ' οἷς καὶ τὸ ἐπιτυχεῖν ἄδηλον· διδασκάλῳ δὲ τῶν κρειτ τόνων, νόσους καὶ μαλακίας ἀπελαύνειν ἐμπεπιστευμένῳ καὶ τρικυμίας ἡδονῶν ὑπερβαίνειν ἐξησκημένῳ, ἀχαλινώτοις στό μασιν ἐπανατείνονται ἀνίπτοις ποσὶ πάντα φύροντες. εἰ δὲ καὶ ἐδεδώκει ἑαυτὸν ἔκδοτον ταῖς τραπέζαις, πόσοις ἐξήρκει ἀξιώ μασι τὴν τηλικαύτην πόλιν οἰκῶν, ἑκάστου ἢ δι' εὐλογίαν, ἢ διὰ πενίαν, ἢ διὰ γαστριμαργίαν τὸ φαγεῖν ἐπιζητοῦντος; ποῦ δὲ 80 καὶ σχολὴν ἦγεν ἡ τοῦ Θεοῦ θεωρία, ἡ τοῦ λαοῦ θεραπεία, ἡ τῶν Γραφῶν ἱστορία, ἡ τῶν χηρῶν κηδεμονία, ἡ τῶν παρθένων παραμυθία, ἡ τῶν ἀῤῥωστούντων νοσοκομία, ἡ τῶν καταπονου μένων ἐπικουρία, ἡ τῶν πλανωμένων ἐπιστροφή, ἡ τῶν συν τετριμμένων φροντίς, ἡ τῶν ἐν φυλακαῖς ἐπίσκεψις; πῶς δὲ ἔφυγεν τὸν ὀνειδιστικὸν ταλανισμὸν τοῦ Θεοῦ, ὃν ὀνειδίζει ἐν τῷ Ἰεζεκιήλ; –"Ὦ οἱ ποιμένες οἱ ποιμαίνοντες ἑαυτούς, καὶ οὐ τὰ πρόβατα νέμοντες· τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐπεσκέψασθε, τὸ συν τετριμμένον οὐ κατεδήσατε, τὰ λιπαρὰ σφάζοντες ἐσθίετε." – περὶ ὧν γράφει ὁ Παῦλος· "Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς κατα δουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει." –"καὶ τὰ μὲν ἔρια περιεβάλλεσθε, τὰ δὲ πρόβατα οὐ ποιμαίνετε." καὶ ἐν τῷ Ἰερεμίᾳ περὶ ἀργοτρόφων ποιμένων λέγει· "Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου."

    ΑπάντησηΔιαγραφή
  9. Λέγει ὁ διάκονος· {Ο ΔΙΑΚ.} Ἐδύνατο καὶ τούτους διὰ χρόνου θεραπεύειν καὶ τῶν ἐκκλησιαστικῶν φροντίζειν, ἵνα μὴ δόξῃ κακῶς ἀκούειν, ἐν τοῖς ἄλλοις ὢν μέγας. {Ο ΕΠΙΣΚ.} Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ἵνα μὴ κακῶς ἀκούῃ, ἵνα πλουσίως παρέχῃ τὸν λόγον, τὴν σπουδήν, τὸν ζῆλον, τὴν ἄλλην ἱερατικὴν εὔνοιαν. ἢ οὐκ οἶδας, ὦ τιμιώτατε Θεόδωρε, ὅτι καὶ ἀλόγου κακηγορίας μακαρισμὸς ὥρισται ὑπὸ τοῦ Κυρίου σὺν τοῖς ἄλλοις μακαρισμοῖς εἰπόντος· "Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν. οὐαὶ δὲ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν"; πῶς δὲ καὶ στόμα ἐξησκημένον ἐν θείοις λογίοις καὶ οὖς χρησμῶν ἐπακούειν θείων ἠνείχετο πολυλογίας τραπέζης, τοῦ Δεσπότου λέγοντος· "Οὐδεὶς δύναται δυσὶ κυρίοις δου λεύειν"· ἔπειτα, "οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ"; 81 ζητήσωμεν ἄρα τίς ὁ μαμωνᾶς, μή ποτε εὑρεθῶμεν οὐχὶ τοῖς δύο κυρίοις δουλεύοντες, ἀλλ' ἢ μόνῳ τῷ μαμωνᾷ. "μαμωνᾶν" γὰρ νῦν οὐ "τὸν διάβολον" λέγει, ἀλλὰ τὴν ματαιοπονίαν τοῦ κόσμου τούτου, οὗ τοὺς ἑαυτοῦ μαθητὰς ὁ λόγος ἀπέστησεν. {Ο ΔΙΑΚ.} Ἐπανάζευξον, ὦ ἱερώτατε πάτερ, ἐπὶ τὰ λοιπὰ τῶν πραγμάτων, ἱκανῶς ἀποδεδειγμένου τοῦ περὶ τραπέζης λόγου. κἀμοὶ δὲ μὴ χαλεπήνῃς ἐπὶ τοῖς ἀνθυπενεχθεῖσι· πλέον γάρ τι βουλόμενος μαθεῖν, ἐπεξεργαστικώτερον ἠρόμην τὴν σὴν πολυμάθειαν. {Ο ΕΠΙΣΚ.} Τοῦτό σοι παρ' ἐμοῦ σαφέστερον εἰρήσθω, Θεό δωρε φιλομαθέστατε (εἷς γὰρ γέγονα τῶν σπουδασάντων ὄχλοις διὰ τραπέζης ἀρέσαι), ὅτι ἐπίσκοπος, μάλιστα πόλεως μεγάλης, "καταλείψας τὴν τοῦ λόγου διακονίαν," νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐν ταῖς χερσὶν ἔχων τὰ τοῦ νόμου πυξία, καὶ τὴν τῶν πτωχῶν ἐπιμέλειαν οὐ δι' ἑαυτοῦ, ἀλλὰ δι' ἑτέρων ποιεῖται, μακρὰν ἔσται τῶν εἰρηκότων· "Ἰδού, ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἡμῖν ἔσται;" συναριθμούμενος τοῖς φήσασι· "Κύριε, οὐχὶ τῷ σῷ ὀνόματι τὰ καὶ τὰ ἐποιή σαμεν;" ἀκουσόμενος μετ' αὐτῶν· "Ὑπάγετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι· οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ." οὐ γὰρ ἐπιγινώσκει ὁ λόγος ἀλόγους ἐργάτας· "καθαρὸς γὰρ αὐτοῦ ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά." πολλοὶ γὰρ τῶν λεγομένων ἐπισκόπων τὸ εὔλογον αὐτῶν μῖσος, ὃ μεμίσηνται διὰ τοὺς οἰκείους αὐτῶν τρόπους καὶ τὴν τῶν νοητῶν ἀζηλίαν, περικόψαι βουλόμενοι, πάθει πάθος ἀντικαταλλάττουσι πλεονεξίαν κενοδοξίᾳ· τῇ μὲν χειρὶ ἀφειδῶς ἀδικοῦντες εἰς κέρδος αἰσχρόν, τῇ δ' ἑτέρᾳ τὰς τραπέζας ἐπιτεχνώμενοι καὶ στήλας ὑψηλῶν οἰκοδομημάτων ἐγείραντες, ἵνα ἐκ τούτων δόξαντες χρηστοὶ καὶ φιλόπονοι φαίνεσθαι, τιμὴν ἀντὶ ἀτιμίας καρπώσωνται, οὐ μνημονεύοντες τοῦ ἐκκλησιαστοῦ τοῦ καὶ κτίσαντος καὶ μισήσαντος, καὶ τὰ τοιαῦτα σαφῶς ἀπαγορεύσαντος ἐν τῷ γράψαι· "

    ΑπάντησηΔιαγραφή
  10. "Ἐποίησά μοι οἴκους καὶ παραδείσους," καὶ τὰ ἑξῆς, "καὶ ἰδού, τὰ πάντα ματαιότης· καὶ ἐμίσησα σύμπαντα μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον." οὐκ εἶπεν, "ὑπὲρ τὸν ἥλιον," ἵνα μὴ τοὺς νοη τοὺς καθυβρίσῃ πόνους. ταῦτα δὲ λέγω, οὐ συμπεριλαμβάνων 82 τοὺς εὐλόγως καὶ δι' ἀνάγκην κτίζοντας ἢ διορθουμένους τὰ τῆς ἐκκλησίας, ἀλλὰ διὰ τοὺς τὰ τῶν πτωχῶν εἰς κρεμαστοὺς περι βόλους καὶ ἀερίων ὑδάτων δεξαμενὰς ἐν τριωρόφοις καὶ ἀπρεπῆ ἀνδρογύνων λουτρὰ ἐν ἀποκρύφοις καταναλίσκοντας εἰς συλλο γὴν ἢ πλείονος ἀργυρίου ἢ τοὔμπαλιν παρὰ τῶν ἀθυρμάτων ἀγαπηθῆναι, ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀντιπλη ρούντων, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. ἐμοὶ δὲ μὴ γένοιτο, Θεόδωρε μεγαλώνυμε, φαύλοις ἀρέσαι ποτέ· οὐ γὰρ ἄλλοθεν αὐτοῖς ἀρέσω, ἢ ἐκ τῶν Χριστῷ μὴ ἀρεσκόντων. Ὁ διάκονος ἐπὶ τούτοις θαυμάσας ἤρετο λέγων· {Ο ΔΙΑΚ.} Τούτων οὕτως φυσικῶς εἰρημένων καὶ μὴ ἐχόντων ἀντίῤῥησιν, εἴ τίς σοι γνῶσις περὶ τῶν κατὰ τὴν Ἀσίαν ὑπὸ τοῦ ἁγίου Ἰωάννου, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, τετυπωμένων, μετάδος. {Ο ΕΠΙΣΚ.} Καὶ πάνυ γε. {Ο ΔΙΑΚ.} Αὐτὸς παρὼν ἔγνως, ἢ παρ' ἑτέρου μαθών; {Ο ΕΠΙΣΚ.} Ἀλλ' οὔτε εἰς τὸ τυχὸν μέρος ἤμην ἀπολειφθεὶς τῆς δίκης. {Ο ΔΙΑΚ.} Τίνα οὖν ἐστι τὰ παρακολουθήσαντα, καὶ ποῖον εἴληφε τέλος, καὶ πόθεν τὴν ἀρχὴν ἐσχηκότα, λεπτομερῶς μοι παράστησον· ἐπειδὴ μάλιστα ὁ Θεόφιλος ἐν οἰκείῳ συγγράμ ματι τὴν ἰδίαν προπέτειαν σεμνῦναι ἢ περιστεῖλαι σπουδάσας ἔφησεν τὸν μακάριον Ἰωάννην φιλαρχίας πάθει κινούμενον δέκα ἓξ ἐπισκόπους καθῃρηκέναι ἐν ἡμέρᾳ μιᾷ καὶ ἰδίους ἀντ' αὐτῶν κεχειροτονηκέναι. {Ο ΕΠΙΣΚ.} Οὐδὲν ἀπεικὸς τῶν ἰδίων τρόπων πεποίηκεν ὁ θαυμάσιος, καὶ γράψας κατὰ Ἰωάννου καὶ ψευδῆ γράψας. ἐξ ὧν γὰρ νομίζει καλύπτειν τὴν ἰδίαν ἀσχημοσύνην, ἐκ τούτων αὐτὴν μᾶλλον παραδειγματίζει, καὶ ἄκων σεμνύνων τὸ ἀθῷον Ἰωάννου κατὰ τὸ Βαλαὰμ ἐκεῖνον. εἰ γὰρ ἦν αὐτὸν καθελών, οὐ χρεία συγγράμματος ἢ ἐξορίας, ἱκανῆς οὔσης τῆς καθαιρέσεως αἰσχῦναι τοὺς καθαιρουμένους· ἐπειδὴ δὲ ἀκαθαίρετος ἕστηκεν ὁ ἐνάρετος, τῇ ἥττῃ τὴν νίκην κατέχων, μένει ὁ φθόνος τὴν 83 ἧτταν τῆς ἀλόγου νίκης ἀποφερόμενος, πομφόλυγος δίκην ἀνα φυσώμενος, καὶ εἰς ἑαυτὸν συντριβόμενος, γράφων καὶ κατα γράφων, τὸ τοῦ προφήτου Ἠσαίου· "οὐαί" ὁ ἐπισπώμενος τὸ πάντα ψευδῆ καὶ ποιεῖν καὶ λέγειν καὶ γράφειν· "Οὐαί," γάρ φησιν, "οἱ γράφοντες· πονηρίαν γὰρ γράφουσιν."

    ΑπάντησηΔιαγραφή
  11. ." περὶ δὲ τῶν κατὰ Ἀσίαν καθαιρεθέντων οὐ δέκα ἕξ, ἀλλὰ ἓξ ἐπισκόπων, ὡς ἐπὶ τῆς θείας δίκης ἐρῶ, καὶ οὔτε τῆς ποσότητος τοῦ ἀριθμοῦ ὑφελῶ οὔτε τῇ ποιότητι τῶν πραγμάτων προσθήσω, ἀλλ' ὡς ἔχει φύσεως, οὕτως σοι ἀπαγγείλω. ἐπὶ τῆς τρισκαιδεκάτης ἐπινεμήσεως ἐν τῇ Κωνσταντινουπόλει ἐλθόντες οἱ ἀπὸ τῆς Ἀσίας τινῶν ἕνεκα ἀναγκαίων διέτριβον σὺν ἡμῖν, παρόντων καὶ ἑτέρων ἐπισκόπων, τῶν τε ἀπὸ Σκυθίας, Θεοτίμου λέγω, καὶ ἀπὸ Θρᾴκης Ἄμμωνος τοῦ Αἰγυπτίου καὶ ἀπὸ Γαλατίας Ἀραβιανοῦ, πάντων μητροπολιτῶν γεγηρακότων, συντεινόντων εἰς εἴκοσι δύο ἐπισκόπους. πάντων δὲ συναγομένων καὶ κοινω νούντων ἐπιτηρήσας Εὐσέβιός τις ἀπὸ τῶν Κελβιανῶν λεγο μένων τόπων ἐπίσκοπος Οὐαλεντινουπόλεως, τὴν συνηγμένην σύνοδον ἐπιστὰς τῇ μιᾷ τοῦ σαββάτου, λιβέλλους ἐπέδωκεν τῇ συνόδῳ, δηλαδὴ ἀκολούθως προτάξας τὸ ὄνομα Ἰωάννου, κατὰ Ἀντωνίνου τοῦ Ἐφεσίων ἐπισκόπου, ἑπτὰ κεφάλαια ἐντάξας· ἓν μέν, ὅτι κειμήλια χωνεύσας ἀργύριον εἰς ὄνομα τοῦ υἱοῦ κατεσκεύασεν· δεύτερον δέ, ὅτι μάρμαρα τῆς εἰσόδου τοῦ βαπτιστῆρος λαβὼν ἐν τῷ βαλανείῳ τῷ ἰδίῳ προσέθηκεν· ἔπειτα κίονας ἐκκλησιαστικοὺς ἀπὸ πλειόνων ἐτῶν κειμένους ἔνδον εἰς τὸν ἑαυτοῦ τρίκλινον ἔστησεν· τέταρτον, ὅτι ὁ παῖς αὐτοῦ φόνον πεποίηκεν, καὶ ἔχει αὐτὸν ἐν τῇ ὑπηρεσίᾳ ἀνέγ κλητον· πέμπτον, ὅτι χωρία ὑπὸ Βασιλίνης, τῆς μητρὸς Ἰου λιανοῦ τοῦ βασιλέως, καταλειφθέντα τῇ ἐκκλησίᾳ, πωλήσας ἐσφετερίσατο· ἕκτον, ὅτι ἀποταξάμενος τῆς οἰκείας γαμετῆς πάλιν αὐτῇ συνῆλθεν καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς· ἕβδομον, ὅτι ὡς νόμον καὶ δόγμα ἔχει πωλεῖν τὰς τῶν ἐπισκόπων χειρο τονίας κατὰ τὴν τῶν προσόδων ἀναλογίαν. "Καὶ πάρεισιν οἱ δόντες καὶ χειροτονηθέντες, καὶ ὁ λαβών· καὶ ἐπὶ τούτοις ἔχω τὰς ἀποδείξεις."

    ΑπάντησηΔιαγραφή
  12. που ειναι η Ορθοδοξη διδασκαλια να σωσουν κανα απωλολο κανα αιρετικο να μοιασουν τον Ι Χρυσοσοστομο διαβασατε απο το βιο του Ι Χρυσοστομου που γραψε ο Παλαδιος ΙΒ και ΙΓ παραγραφο οταν λειπη η η διδασκαλια και γινονται ασκοπα συμποσια ποσα κακα γινονται.

    ΑπάντησηΔιαγραφή

1) Η κατάθεση σχολίου κάτω από τις αναρτήσεις θα γίνεται επωνύμως με την χρήση λογαριασμού Gοοgle και θα αναρτώνται κατόπιν εγκρίσεως.
2) Τυχόν άσεμνα ή υβριστικά σχόλια θα διαγράφονται μόλις υποπέσουν στην αντίληψη των διαχειριστών του ιστολογίου, ή κατόπιν σχετικής ενημέρωσης από τους τυχόν θιγομένους τρίτους.
3) Το περιεχόμενο του άρθρου ή των σχολίων που το συνοδεύουν, ΔΕΝ συμπίπτει με τις απόψεις και θέσεις του Ιστολογίου
4) Να μην χρησιμοποιείτε greeklish στα μηνύματά σας διότι δε θα αναρτώνται.
5) Να τσεκάρετε το πλαίσιο "Να λαμβάνω ειδοποιήσεις" που βρίσκεται κάτω από το μήνυμα σας, πριν δημοσιεύσετε το σχόλιό σας, ώστε να ειδοποιείστε για τα επόμενα σχόλια αυτής της ανάρτησης, μέσω της ηλεκτρονικής σας διεύθυνσης.
6) Για επικοινωνία : Ηλεκτρονικό ταχυδρομείο: istologionkatanixis@gmail.com