Κυριακή, 16 Ιουλίου 2017

Η υμνολογία της Εκκλησίας μας, ως μέγας και απλανής διδάσκαλος της Οικουμένης

psalmoi_vivlia_agia_grafi_proseuxes_2010-w800-h600.jpg
Χωρίς καμμιά συστολή - διότι  τούς αἱρετικούς (μονοφυσίτες) ὄχι μονάχα τούς θεωροῦμε πλέον ἐκκλησία, ἀλλά τούς βάζουμε καί στό Ἅγιον Βῆμα ἀπό τήν Ὡραία Πύλη (Ι.Ν. Ἁγίου Γρηγορίου Παλαμᾶ Θεσσαλονίκης) - ψάλαμε καί φέτος οἱ δυσσεβεῖς τούς ὕμνους τῆς Κυριακῆς τῶν Ἁγίων Θεοφόρων Πατέρων τῆς Δ' Οἰκουμενικῆς Συνόδου, οἱ ὁποῖοι Πατέρες κατεδίκασαν τήν αἵρεση τοῦ μονοφυσιτισμοῦ καί μάλιστα διά τοῦ γνωστοῦ θαύματος τῆς Ἁγίας Εὐφημίας!
Ὡς ἁπλοί πιστοί ἀναρρωτιόμαστε:
Τελικά μέ ποιόν εἴμαστε; Μέ τούς Ἁγίους καί θεοφόρους Πατέρες μας ἤ μέ τά φερέφωνα του ΠΣΕ; Μέ τόν Χριστό ἤ μέ τόν ἐξαποδίτη;
Θά ἀναλάβει ἐπιτέλους κάποιος ἀπό τούς σεβασμιωτάτους Μητροπολίτες μας, νά μᾶς τό πεῖ καθαρά καί ξάστερα; Ἤ θά συνεχίσουν οἱ σεβαστοί μας ποιμένες, νά ἀφήνουν τόν λαό τοῦ Θεοῦ μέσα στήν σύγχυση καί στό σκοτάδι τῶν ψυχοκτόνων αἱρέσεων;
Μέ τιμή καί σεβασμό
Φώτης Μιχαήλ
Ἰατρός

ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ

ΤΗΣ Δ’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Στιχηρά τῶν Πατέρων.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι᾿ ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε, τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα, διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ᾿ ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες.
Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Πύῤῥον τε καὶ Σέργιον, καὶ τὸν Ὀνώριον ἅμα, Εὐτυχῆ Διόσκορον, καὶ δεινὸν Νεστόριον κατεστρέψατε, τῶν κρημνῶν ἔνδοξοι, τὸ Χριστοῦ ποίμνιον, ἑκατέρων διασώσαντες, διπλοῦν ταῖς φύσεσιν, ἕνα τὸν Χριστὸν καθ᾿ ὑπόστασιν, λαμπρῶς ἀνακηρύξαντες, μόναις ἐνεργείαις δεικνύμενον· ὃν καὶ προσκυνοῦντες, ὡς ἄνθρωπον, καὶ τέλειον Θεόν, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ὑμᾶς δοξάζομεν.
Στίχ. θ´. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
κτιστον ἐκήρυξαν, οἱ θεοφόροι συμφώνως, τὴν θείαν ἐνέργειαν, καὶ τὴν θείαν θέλησιν τοῦ πτωχεύσαντος, τὸν ἐμὸν ἄνθρωπον, τῇ σαρκὶ νείμαντες, τὸ κτιστὸν τῆς ἐνεργείας τε, καὶ τῆς θελήσεως, φύσεως φυγόντες τὴν σύγχυσιν, ἐμφρόνως οἱ μακάριοι, ὑποστατικήν τε διαίρεσιν· οὓς ἐν ἐτησίοις, τιμῶντες οἱ πιστοὶ ταῖς ἑορταῖς, Χριστὸν συμφώνως δοξάζομεν, τὸν αὐτοὺς δοξάσαντα.
Στίχ. ι´. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Τριάδα τὴν ἄκτιστον, οἱ θεοφόροι Πατέρες, Θεὸν ἕνα Κύριον, ὁμοφρόνως σήμερον ἀνεκήρυξαν, τὸ ἁπλοῦν ἅπασι, τῆς μιᾶς φύσεως, καταλλήλως ὑποδείξαντες, κοινῷ θελήματι, καὶ τῆς ἐνεργείας ἁπλότητι, ἄναρχον ἀτελεύτητον, τοῦτον διὰ πάντων γνωρίσαντες· ὅθεν ἀνυμνοῦμεν, αὐτοὺς ὡς Ἀποστόλων μιμητάς, καὶ τὸ ἐκείνων διδάξαντας, πάντας Εὐαγγέλιον.

Δόξα. Ἦχος πλ. β´.

Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα· τοὺς καθαιρέτας τῆς πλάνης, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΙΝΟΙ

Τῶν Πατέρων προσόμοια γ´ εἰς δ´.

Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
λην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
λην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τῷ βραχεῖ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.
Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ.
λην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι.

Δόξα. Ἦχος πλ. δ´.

Γεωργίου Νικομηδείας.

Τῶν Ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν, ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου· ἀστέρες πολύφωτοι τοῦ νοητοῦ στερεώματος· τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι· τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου· τὰ πάγχρυσα στόματα τοῦ Λόγου· Ἐκκλησίας τὸ καύχημα· οἰκουμένης ἀγλάϊσμα· ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.